Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.34 Joseph. AJ 9.37 (English) >>Joseph. AJ 9.42

9.36οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.” 9.37

Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον. 9.38ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι. 9.39θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.34 Joseph. AJ 9.37 (English) >>Joseph. AJ 9.42

Powered by PhiloLogic